Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.280 Joseph. AJ 16.286 (English) >>Joseph. AJ 16.290

16.284ἐκβοηθησάντων δὲ τῶν Ἀράβων ἡγουμένου Νακέβου μάχη γίνεται, καθʼ ἣν ὀλίγοι μὲν τῶν Ἡρώδου, Νάκεβος δὲ τῶν Ἀράβων στρατηγὸς καὶ περὶ εἰκοσιπέντε τῶν σὺν αὐτῷ πίπτουσιν, οἱ δὲ ἄλλοι πρὸς φυγὴν ἐτράποντο. 16.285τισάμενος δὲ τούτους τρισχιλίους Ἰδουμαίων ἐπὶ τῇ Τραχωνίτιδι κατοικίσας ἦγεν λῃστὰς τοὺς ἐκεῖ, καὶ περὶ τούτων τοῖς ἡγεμόσιν ἔπεμπεν περὶ Φοινίκην οὖσιν, ἀποδεικνὺς ὅτι μηδὲν πλέον ὧν ἀγνωμονοῦντας ἐπεξελθεῖν ἔδει τοὺς Ἄραβας αὐτῷ πέπρακται. ταῦτα μὲν οὖν ἐκεῖνοι πολυπραγμονοῦντες εὕρισκον οὐ ψευδόμενον. 16.286

Ἄγγελοι δὲ Συλλαίῳ καταταχήσαντες εἰς Ῥώμην τὰ πεπραγμένα διεσάφουν εἰς μεῖζον, ὡς εἰκός, ἕκαστον τῶν γεγονότων αἴροντες. 16.287 δὲ ἤδη μὲν ἐπεπραγμάτευτο γνώριμος εἶναι Καίσαρι, τότε δὲ περὶ τὴν αὐλὴν ἀναστρεφόμενος ὡς ἤκουσεν εὐθὺς μεταμφιέννυται μέλαιναν ἐσθῆτα καὶ παρελθὼν ἔλεγεν ὡς αὐτόν, ὅτι πολέμῳ τὰ περὶ τὴν Ἀραβίαν εἴη κεκακωμένα καὶ πᾶσα ἀνάστατος βασιλεία στρατιᾷ πορθήσαντος αὐτὴν Ἡρώδου. 16.288δακρύων δὲ πεντακοσίους μὲν ἐπὶ δισχιλίοις Ἀράβων ἀπολωλέναι τοὺς πρώτους ἔλεγεν, ἀνῃρῆσθαι δὲ καὶ τὸν στρατηγὸν αὐτῶν Νάκεβον οἰκεῖον αὐτῷ καὶ συγγενῆ, πλοῦτον δὲ διηρπάσθαι τὸν ἐν Ῥαέπτοις, καταπεφρονῆσθαι δὲ τὸν Ὀβόδαν ὑπὸ ἀσθενείας οὐκ ἀρκέσαντα τῷ πολέμῳ διὰ τὸ μήτʼ αὐτὸν μήτε τὴν Ἀραβικὴν δύναμιν παρεῖναι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.280 Joseph. AJ 16.286 (English) >>Joseph. AJ 16.290

Powered by PhiloLogic